ʿΙστορία
Ἡ Σχολπόρτα ἐξ
ἀκεραίου μοναστηρίου
τοῦ μέσου αἰῶνος
γενομένη οὐ μόνον
διδασκαλεῖον ἐστίν,
ἀλλὰ καὶ τόπος
ἱστορικός, ὅς κατ'
ἐνιαυτὸν πολλοὺς
ξένους προσάγεται καὶ
τῆς Ῥωμανικῆς ὁδοῦ
μέρος ἐστίν.
Θαυμάζονται γὰρ οὐ
μόνον ὁ τοῦ μοναστηρίου
παράδεισος ἀναπαυστήριος
καί ἡ πρὸς τὰς δυσμὰς
ἐκκλησία φαιδρὴ καὶ
τὸ ἄλσος μετὰ τῶν
δένδρῶν γεραιῶν,
ἀλλὰ καί ἡ ἐκ παλαιοῦ
αὐξηθεῖσα βιβλιοθήκη
καὶ τὰ μνημεῖα
ἐπιδεικνύοντα, ὅτι
ἄνδρές εὐδόκιμοι
ὥσπερ Νῖζχη καὶ Ῥάγκη
καὶ Φίχθη καὶ Κλόπστοκ
ἐν τούτῳ τῷ διδασκαλείῳ
ἐπαιδεύθησαν.
1137
Μόναχοι Κιστερκιένσες
τὸ μοναστήριον τῆς
ἁγίας Μαρίας πρὸς
τῇ πύλῃ ἔκτισαν.
1543
Μαυρίκιος ὁ τῶν
Σάξων ἡγεμὼν ἐν τῷ
μοναστηρίῳ τότε
κατελυθέντι διδασκαλεῖον
ὑπ' αὐτοῦ ἐπιτροπευόμενον
καὶ "Λανδεσσχολὴν"
ὀνομαζόμενον κατέστησεν.
1815
Μετὰ τοὺς Ναπολεωνικοὺς
πολέμους Σχολπόρτα
Βορουσσικὴ ἐγένετο.
1935
Ἀπὸ τῶν Νατιοναλσοζιαλιστῶν
τὸ διδασκαλεῖον μετεβλήθη
εἰς παιδευτήριον
ἐθνικόν διαφέρον δὲ
διὰ τὰς ἀρχαίας γλώσσας
παιδευομένας.
1945
Ἔαρος μὲν τὸ
παιδευτήριον ἐθνικὸν
κατελύθη, φθινοπώρου δὲ
τὸ διδασκαλεῖον πάλιν
ἀνεῴχθη.
1949
Αἱ πρῶται κόραι
ἦσαν ἐν τῷ διδασκαλεῖῳ,
ἐν ᾧ πρόσθεν μόνοις
τοῖς κόροις εἶναι
ἔξην. Ὁ δὲ τῆς παιδεύσεως
χρόνος βραδέως εἰς
τετραετίαν ἐμειώθη.
1959
Τὸ διδασκαλεῖον
μετεβλήθη εἰς διδασκαλεῖον
πολυτεχνικὸν
κατὰ μὲν τὰ σοζιαλιστικὰ
δόγματα, τῶν δὲ ἀρχαιῶν
γλωσσῶν ἔτι παιδευομένων
μέχρι τοῦ ἔτους ˌαϠξζ (1967).
1981
Ἡ πολυγλώσση
ἐξῃρέθη.
1990
Σχολπόρτα τῇ τοῦ
Σάξεν- Ἄναλτος
ἀρχῇ ἐπετράπη.
1992
Καί ἡ φυσικὴ τέχνη
ἐξῃρέθη.
Οὕτως ἡ διδασκαλία
νῦν περιέχει τρεῖς
τέχνας ἐξαιρέτας:
καὶ πολυγλώσσην
καὶ μουσικὴν καὶ
φυσικήν.